Нужен перевод текста с греческого
Περὶ τῆς Ἀλεξάνδρου ϰαὶ Δαρείου δυνάμεως
Ἐν τῷ Ἀλεξάνδρου, τοῦ Φιλίππου, στρατεύματι ἦσαν, ὡς Ἀῤῥιανὸς λέγει, οὐ πολλῷ
πλείους τρισμυρίων ὁπλιτῶν ϰαὶ γυμνητῶν ϰαὶ τοξοτῶν, ἱππεῖς δ' εἰς πενταϰισχιλίους.
Ἐν δὲ τῇ ἐν Γρανίϰῳ ποταμῷ μάχῃ Περσῶν ἱππεῖς μὲν ἦσαν εἰς δισμυρίους ξένοι
δὲ ϰαὶ πεζοὶ οὐ πολλῷ μείονες. Ἐν δὲ τῇ ἐν Ἰσσῷ μάχῃ ὁ Ἀῤῥιανὸς λέγει πᾶσαν τὴν
Δαρείου στρατιὰν μάλιστα εἰς ἑξήϰοντα μυριάδας εἶναι. Ἐν δὲ τῇ ἐν Ἀρβήλοις μάχῃ εἰς
τετραϰισμυρίους ἱππέας ϰαὶ διαϰόσια ἅρματα δρεπανηϕόρα ϰαὶ πολλὰς μυριάδας
πεζῶν βαρβάρων τε ϰαὶ Ἑλληνιϰῶ· μισϑοϕόρων εἶναι λέγουσιν. Πᾶσα δὲ ἡ Ἀλεξάνδρου
στρατιὰ εἶχεν εἰς ἑπταϰισχιλίους ἱππέας πεζοὺς δὲ εἰς τέτταρας μυριάδας. Ἀλέξανδρος,
Μαϰεδόνων βασιλεύς, Ἀχιλλέα τὸν Πηλέως μάλιστα ἐϑεράπευε τῶν παλαιῶν βασιλέων
ϰαὶ ἡρώων.